Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.159 Joseph. AJ 19.163 (English) >>Joseph. AJ 19.169

19.161ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων. 19.162

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἁρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, 19.163εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. 19.164καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι, 19.165καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς.” ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. 19.166ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.159 Joseph. AJ 19.163 (English) >>Joseph. AJ 19.169

Powered by PhiloLogic